Ancient Greek · ~8 min
11.1 to 11.19
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 11.1-19
Not analysed yet
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ ,μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν . Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ · Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν ; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε · τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν ,λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν ,καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται · καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί . Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου · Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι ; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον ; ἀλλὰ τί ἐξήλθατε ἰδεῖν ; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον ; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν . ἀλλὰ τί ἐξήλθατε ; προφήτην ἰδεῖν ; ναί ,λέγω ὑμῖν ,καὶ περισσότερον προφήτου . οὗτός ἐστιν περὶ οὗ γέγραπται · Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ,ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου . ἀμὴν λέγω ὑμῖν ,οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ · ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν . ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται ,καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν . πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν · καὶ εἰ θέλετε δέξασθαι ,αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι . ὁ ἔχων ὦτα ἀκουέτω . Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην ; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις λέγουσιν · Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε · ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε · ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων ,καὶ λέγουσιν · Δαιμόνιον ἔχει · ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων ,καὶ λέγουσιν · Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης ,τελωνῶν φίλος καὶ ἁμαρτωλῶν . καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς .