Ancient Greek
11.20 to 11.30
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 11.20-30
Not analysed yet
Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ ,ὅτι οὐ μετενόησαν · Οὐαί σοι ,Χοραζίν · οὐαί σοι ,Βηθσαϊδά · ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν ,πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν . πλὴν λέγω ὑμῖν ,Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν . καὶ σύ ,Καφαρναούμ ,μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ ; ἕως ᾅδου καταβήσῃ · ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί ,ἔμεινεν ἂν μέχρι τῆς σήμερον . πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί . Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν · Ἐξομολογοῦμαί σοι ,πάτερ κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς ,ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν ,καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις · ναί ,ὁ πατήρ ,ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου . Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου ,καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ ,οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι . Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι ,κἀγὼ ἀναπαύσω ὑμᾶς . ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ’ ἐμοῦ ,ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ ,καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν · ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν .