Ancient Greek · ~8 min
12.1 to 12.19
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 12.1-19
Not analysed yet
Ἐν ἐκείνῳ τῷ καιρῷ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων · οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν . οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ · Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ . ὁ δὲ εἶπεν αὐτοῖς · Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε ἐπείνασεν καὶ οἱ μετ’ αὐτοῦ ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγον ,ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν οὐδὲ τοῖς μετ’ αὐτοῦ ,εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις ; ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ σάββατον βεβηλοῦσιν καὶ ἀναίτιοί εἰσιν ; λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε . εἰ δὲ ἐγνώκειτε τί ἐστιν · Ἔλεος θέλω καὶ οὐ θυσίαν ,οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους . κύριος γάρ ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου . Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν · καὶ ἰδοὺ ἄνθρωπος χεῖρα ἔχων ξηράν . καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες · Εἰ ἔξεστι τοῖς σάββασιν θεραπεύειν . ἵνα κατηγορήσωσιν αὐτοῦ . ὁ δὲ εἶπεν αὐτοῖς · Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος ὃς ἕξει πρόβατον ἕν ,καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς σάββασιν εἰς βόθυνον ,οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ ; πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου . ὥστε ἔξεστιν τοῖς σάββασιν καλῶς ποιεῖν . τότε λέγει τῷ ἀνθρώπῳ · Ἔκτεινόν σου τὴν χεῖρα · καὶ ἐξέτεινεν ,καὶ ἀπεκατεστάθη ὑγιὴς ὡς ἡ ἄλλη . ἐξελθόντες δὲ οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν . Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν . καὶ ἠκολούθησαν αὐτῷ πολλοί ,καὶ ἐθεράπευσεν αὐτοὺς πάντας ,καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν ,ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος · Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα ,ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου · θήσω τὸ πνεῦμά μου ἐπ’ αὐτόν ,καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ . οὐκ ἐρίσει οὐδὲ κραυγάσει ,οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ .