Ancient Greek · ~8 min
18.1 to 18.14
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 18.1-14
Not analysed yet
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες · Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ; καὶ προσκαλεσάμενος παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν · Ἀμὴν λέγω ὑμῖν ,ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ,οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν . ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο ,οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · καὶ ὃς ἐὰν δέξηται ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου ,ἐμὲ δέχεται . Ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ ,συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης . οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων · ἀνάγκη γὰρ ἐλθεῖν τὰ σκάνδαλα ,πλὴν οὐαὶ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται . Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε ,ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ · καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν κυλλὸν ἢ χωλόν ,ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον . καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε ,ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ · καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν ,ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός . Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων ,λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς . τί ὑμῖν δοκεῖ ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν ,οὐχὶ ἀφήσει τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη καὶ πορευθεὶς ζητεῖ τὸ πλανώμενον ; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό ,ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ’ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις . οὕτως οὐκ ἔστιν θέλημα ἔμπροσθεν τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ἓν τῶν μικρῶν τούτων .