Ancient Greek · ~8 min
18.15 to 18.30
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 18.15-30
Not analysed yet
Ἐὰν δὲ ἁμαρτήσῃ εἰς σὲ ὁ ἀδελφός σου ,ὕπαγε ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου . ἐάν σου ἀκούσῃ ,ἐκέρδησας τὸν ἀδελφόν σου · ἐὰν δὲ μὴ ἀκούσῃ ,παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο ,ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα · ἐὰν δὲ παρακούσῃ αὐτῶν ,εἰπὸν τῇ ἐκκλησίᾳ · ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ ,ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης . ἀμὴν λέγω ὑμῖν ,ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν οὐρανῷ . Πάλιν ἀμὴν λέγω ὑμῖν ὅτι ἐὰν δύο συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται ,γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς . οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα ,ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν . Τότε προσελθὼν αὐτῷ ὁ Πέτρος εἶπεν · Κύριε ,ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ ; ἕως ἑπτάκις ; λέγει αὐτῷ ὁ Ἰησοῦς · Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά . Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ · ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων . μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος πραθῆναι καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ πάντα ὅσα ἔχει καὶ ἀποδοθῆναι . πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων · Μακροθύμησον ἐπ’ ἐμοί ,καὶ πάντα ἀποδώσω σοι . σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν ,καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ . ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια ,καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων · Ἀπόδος εἴ τι ὀφείλεις . πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ παρεκάλει αὐτὸν λέγων · Μακροθύμησον ἐπ’ ἐμοί ,καὶ ἀποδώσω σοι . ὁ δὲ οὐκ ἤθελεν ,ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον .