Ancient Greek · ~2 min
18.31 to 18.35
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 18.31-35
Not analysed yet
ἰδόντες οὖν οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα ,καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα . τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ · Δοῦλε πονηρέ ,πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι ,ἐπεὶ παρεκάλεσάς με · οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου ,ὡς κἀγὼ σὲ ἠλέησα ; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον . Οὕτως καὶ ὁ πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν .