Ancient Greek · ~8 min
19.1 to 19.16
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 19.1-16
Not analysed yet
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ,μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου . καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί ,καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ . Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες · Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν ; ὁ δὲ ἀποκριθεὶς εἶπεν · Οὐκ ἀνέγνωτε ὅτι ὁ κτίσας ἀπ’ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν · Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ ,καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν ; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία . ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω . λέγουσιν αὐτῷ · Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν . λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν ,ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως . λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται . Λέγουσιν αὐτῷ οἱ μαθηταί · Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός ,οὐ συμφέρει γαμῆσαι . ὁ δὲ εἶπεν αὐτοῖς · Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον ἀλλ’ οἷς δέδοται . εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως ,καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων ,καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν . ὁ δυνάμενος χωρεῖν χωρείτω . Τότε προσηνέχθησαν αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται · οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς . ὁ δὲ Ἰησοῦς εἶπεν · Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με ,τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν . καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν . Καὶ ἰδοὺ εἷς προσελθὼν αὐτῷ εἶπεν · Διδάσκαλε ,τί ἀγαθὸν ποιήσω ἵνα σχῶ ζωὴν αἰώνιον ;