Ancient Greek
19.17 to 19.30
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 19.17-30
Not analysed yet
ὁ δὲ εἶπεν αὐτῷ · Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ ; εἷς ἐστιν ὁ ἀγαθός · εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν ,τήρησον τὰς ἐντολάς . λέγει αὐτῷ · Ποίας ; ὁ δὲ Ἰησοῦς εἶπεν · Τὸ Οὐ φονεύσεις ,Οὐ μοιχεύσεις ,Οὐ κλέψεις ,Οὐ ψευδομαρτυρήσεις ,Τίμα τὸν πατέρα καὶ τὴν μητέρα ,καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν . λέγει αὐτῷ ὁ νεανίσκος · Πάντα ταῦτα ἐφύλαξα · τί ἔτι ὑστερῶ ; ἔφη αὐτῷ ὁ Ἰησοῦς · Εἰ θέλεις τέλειος εἶναι ,ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς ,καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς ,καὶ δεῦρο ἀκολούθει μοι . ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος ,ἦν γὰρ ἔχων κτήματα πολλά . Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ · Ἀμὴν λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν · πάλιν δὲ λέγω ὑμῖν ,εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ . ἀκούσαντες δὲ οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες · Τίς ἄρα δύναται σωθῆναι ; ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς · Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν ,παρὰ δὲ θεῷ πάντα δυνατά . Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ · Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι · τί ἄρα ἔσται ἡμῖν ; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς · Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ ,ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ ,καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ . καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου ,ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει . πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι .