Ancient Greek · ~8 min
22.1 to 22.18
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 22.1-18
Not analysed yet
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων · Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ,ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ . καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους ,καὶ οὐκ ἤθελον ἐλθεῖν . πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων · Εἴπατε τοῖς κεκλημένοις · Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα ,οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα ,καὶ πάντα ἕτοιμα · δεῦτε εἰς τοὺς γάμους . οἱ δὲ ἀμελήσαντες ἀπῆλθον ,ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν ,ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ · οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν . ὁ δὲ βασιλεὺς ὠργίσθη ,καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν . τότε λέγει τοῖς δούλοις αὐτοῦ · Ὁ μὲν γάμος ἕτοιμός ἐστιν ,οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι · πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν ,καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους . καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας οὓς εὗρον ,πονηρούς τε καὶ ἀγαθούς · καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων . εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου · καὶ λέγει αὐτῷ · Ἑταῖρε ,πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου ; ὁ δὲ ἐφιμώθη . τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις · Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί . Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ . καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντες · Διδάσκαλε ,οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις ,καὶ οὐ μέλει σοι περὶ οὐδενός ,οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων · εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ · ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ ; γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν · Τί με πειράζετε ,ὑποκριταί ;