Ancient Greek
26.39 to 26.54
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 26.39-54
Not analysed yet
καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων · Πάτερ μου ,εἰ δυνατόν ἐστιν ,παρελθάτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο · πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ’ ὡς σύ . καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας ,καὶ λέγει τῷ Πέτρῳ · Οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ ; γρηγορεῖτε καὶ προσεύχεσθε ,ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν · τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής . πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων · Πάτερ μου ,εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω ,γενηθήτω τὸ θέλημά σου . καὶ ἐλθὼν πάλιν εὗρεν αὐτοὺς καθεύδοντας ,ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι . καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν . τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς · Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε · ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν . ἐγείρεσθε ἄγωμεν · ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με . Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ’ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ . ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων · Ὃν ἂν φιλήσω αὐτός ἐστιν · κρατήσατε αὐτόν . καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν · Χαῖρε ,ῥαββί · καὶ κατεφίλησεν αὐτόν . ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ · Ἑταῖρε ,ἐφ’ ὃ πάρει . τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν . καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον . τότε λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς ,πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται · ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου ,καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων ; πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι ;