Ancient Greek · ~8 min
26.55 to 26.71
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 26.55-71
Not analysed yet
ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις · Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με ; καθ’ ἡμέραν ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με . τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν . τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον . Οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ,ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν . ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως ,καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος . οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν ,καὶ οὐχ εὗρον πολλῶν προσελθόντων ψευδομαρτύρων . ὕστερον δὲ προσελθόντες δύο εἶπαν · Οὗτος ἔφη · Δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι . καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Οὐδὲν ἀποκρίνῃ ; τί οὗτοί σου καταμαρτυροῦσιν ; ὁ δὲ Ἰησοῦς ἐσιώπα . καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ · Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ . λέγει αὐτῷ ὁ Ἰησοῦς · Σὺ εἶπας · πλὴν λέγω ὑμῖν ,ἀπ’ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ . τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων · Ἐβλασφήμησεν · τί ἔτι χρείαν ἔχομεν μαρτύρων ; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν · τί ὑμῖν δοκεῖ ; οἱ δὲ ἀποκριθέντες εἶπαν · Ἔνοχος θανάτου ἐστίν . τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν ,οἱ δὲ ἐράπισαν λέγοντες · Προφήτευσον ἡμῖν ,χριστέ ,τίς ἐστιν ὁ παίσας σε ; Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ · καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα · Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου · ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων · Οὐκ οἶδα τί λέγεις . ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ · Οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου ·