Ancient Greek
26.72 to 26.75
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 26.72-75
Not analysed yet
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον . μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ · Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ ,καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ · τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον . καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν · καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος Ἰησοῦ εἰρηκότος ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με ,καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς .