Ancient Greek · ~7 min
5.34 to 5.48
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 5.34-48
Not analysed yet
ἐγὼ δὲ λέγω ὑμῖν μὴ ὀμόσαι ὅλως · μήτε ἐν τῷ οὐρανῷ ,ὅτι θρόνος ἐστὶν τοῦ θεοῦ · μήτε ἐν τῇ γῇ ,ὅτι ὑποπόδιόν ἐστιν τῶν ποδῶν αὐτοῦ · μήτε εἰς Ἱεροσόλυμα ,ὅτι πόλις ἐστὶν τοῦ μεγάλου βασιλέως · μήτε ἐν τῇ κεφαλῇ σου ὀμόσῃς ,ὅτι οὐ δύνασαι μίαν τρίχα λευκὴν ποιῆσαι ἢ μέλαιναν . ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί ,οὒ οὔ · τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν . Ἠκούσατε ὅτι ἐρρέθη · Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ καὶ ὀδόντα ἀντὶ ὀδόντος . ἐγὼ δὲ λέγω ὑμῖν μὴ ἀντιστῆναι τῷ πονηρῷ · ἀλλ’ ὅστις σε ῥαπίζει εἰς τὴν δεξιὰν σιαγόνα ,στρέψον αὐτῷ καὶ τὴν ἄλλην · καὶ τῷ θέλοντί σοι κριθῆναι καὶ τὸν χιτῶνά σου λαβεῖν ,ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον · καὶ ὅστις σε ἀγγαρεύσει μίλιον ἕν ,ὕπαγε μετ’ αὐτοῦ δύο . τῷ αἰτοῦντί σε δός ,καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανίσασθαι μὴ ἀποστραφῇς . Ἠκούσατε ὅτι ἐρρέθη · Ἀγαπήσεις τὸν πλησίον σου καὶ μισήσεις τὸν ἐχθρόν σου . ἐγὼ δὲ λέγω ὑμῖν ,ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς · ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς ,ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους . ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς ,τίνα μισθὸν ἔχετε ; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν ; καὶ ἐὰν ἀσπάσησθε τοὺς ἀδελφοὺς ὑμῶν μόνον ,τί περισσὸν ποιεῖτε ; οὐχὶ καὶ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν ; Ἔσεσθε οὖν ὑμεῖς τέλειοι ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν .