Ancient Greek · ~8 min
6.1 to 6.15
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 6.1-15
Not analysed yet
Προσέχετε δὲ τὴν δικαιοσύνην ὑμῶν μὴ ποιεῖν ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς · εἰ δὲ μή γε ,μισθὸν οὐκ ἔχετε παρὰ τῷ πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς . Ὅταν οὖν ποιῇς ἐλεημοσύνην ,μὴ σαλπίσῃς ἔμπροσθέν σου ,ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις ,ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων · ἀμὴν λέγω ὑμῖν ,ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου ,ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι . Καὶ ὅταν προσεύχησθε ,οὐκ ἔσεσθε ὡς οἱ ὑποκριταί · ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι ,ὅπως φανῶσιν τοῖς ἀνθρώποις · ἀμὴν λέγω ὑμῖν ,ἀπέχουσι τὸν μισθὸν αὐτῶν . σὺ δὲ ὅταν προσεύχῃ ,εἴσελθε εἰς τὸ ταμεῖόν σου καὶ κλείσας τὴν θύραν σου πρόσευξαι τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι . Προσευχόμενοι δὲ μὴ βατταλογήσητε ὥσπερ οἱ ἐθνικοί ,δοκοῦσιν γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν εἰσακουσθήσονται · μὴ οὖν ὁμοιωθῆτε αὐτοῖς ,οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὧν χρείαν ἔχετε πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν . Οὕτως οὖν προσεύχεσθε ὑμεῖς · Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς · ἁγιασθήτω τὸ ὄνομά σου ,ἐλθέτω ἡ βασιλεία σου ,γενηθήτω τὸ θέλημά σου ,ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς · τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον · καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ,ὡς καὶ ἡμεῖς ἀφήκαμεν τοῖς ὀφειλέταις ἡμῶν · καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ,ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ . ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν ,ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος · ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις ,οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν .