Ancient Greek · ~8 min
6.16 to 6.29
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 6.16-29
Not analysed yet
Ὅταν δὲ νηστεύητε ,μὴ γίνεσθε ὡς οἱ ὑποκριταὶ σκυθρωποί ,ἀφανίζουσιν γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσιν τοῖς ἀνθρώποις νηστεύοντες · ἀμὴν λέγω ὑμῖν ,ἀπέχουσιν τὸν μισθὸν αὐτῶν . σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι ,ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυφαίῳ · καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ ἀποδώσει σοι . Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς ,ὅπου σὴς καὶ βρῶσις ἀφανίζει ,καὶ ὅπου κλέπται διορύσσουσιν καὶ κλέπτουσιν · θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ ,ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει ,καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν · ὅπου γάρ ἐστιν ὁ θησαυρός σου ,ἐκεῖ ἔσται καὶ ἡ καρδία σου . Ὁ λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός . ἐὰν οὖν ᾖ ὁ ὀφθαλμός σου ἁπλοῦς ,ὅλον τὸ σῶμά σου φωτεινὸν ἔσται · ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ ,ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται . εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν ,τὸ σκότος πόσον . Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν · ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει ,ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει . οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ . Διὰ τοῦτο λέγω ὑμῖν · μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε ,μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε · οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος ; ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας ,καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά · οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν ; τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα ; καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε ; καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνουσιν · οὐ κοπιῶσιν οὐδὲ νήθουσιν · λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων .