Ancient Greek · ~2 min
6.30 to 6.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 6.30-34
Not analysed yet
εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν ,οὐ πολλῷ μᾶλλον ὑμᾶς ,ὀλιγόπιστοι ; μὴ οὖν μεριμνήσητε λέγοντες · Τί φάγωμεν ; ἤ · Τί πίωμεν ; ἤ · Τί περιβαλώμεθα ; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητοῦσιν · οἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων . ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην αὐτοῦ ,καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν . μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον ,ἡ γὰρ αὔριον μεριμνήσει αὑτῆς · ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς .