Ancient Greek
7.1 to 7.17
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 7.1-17
Not analysed yet
Μὴ κρίνετε ,ἵνα μὴ κριθῆτε · ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε ,καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν . τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ,τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς ; ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου · Ἄφες ἐκβάλω τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου ,καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ ; ὑποκριτά ,ἔκβαλε πρῶτον ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν ,καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου . Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν ,μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων ,μήποτε καταπατήσουσιν αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς . Αἰτεῖτε ,καὶ δοθήσεται ὑμῖν · ζητεῖτε ,καὶ εὑρήσετε · κρούετε ,καὶ ἀνοιγήσεται ὑμῖν . πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται . ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ,ὃν αἰτήσει ὁ υἱὸς αὐτοῦ ἄρτον —μὴ λίθον ἐπιδώσει αὐτῷ ; ἢ καὶ ἰχθὺν αἰτήσει —μὴ ὄφιν ἐπιδώσει αὐτῷ ; εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν ,πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν . Πάντα οὖν ὅσα ἐὰν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι ,οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς · οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται . Εἰσέλθατε διὰ τῆς στενῆς πύλης · ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν ,καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι δι’ αὐτῆς · ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν ,καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν . Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν ,οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες . ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς . μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὰς ἢ ἀπὸ τριβόλων σῦκα ; οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ ,τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ ·