Ancient Greek · ~6 min
7.18 to 7.29
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 7.18-29
Not analysed yet
οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν ,οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν . πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται . ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς . Οὐ πᾶς ὁ λέγων μοι · Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ,ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς . πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ · Κύριε κύριε ,οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν ,καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν ,καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν ; καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς · ἀποχωρεῖτε ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν . Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς ,ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ ,ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν . καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ ,καὶ οὐκ ἔπεσεν ,τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν . καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ ,ὅστις ᾠκοδόμησεν αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον . καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ ,καὶ ἔπεσεν ,καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη . Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους ,ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ · ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν .