Ancient Greek · ~9 min
8.1 to 8.17
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 8.1-17
Not analysed yet
Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί . καὶ ἰδοὺ λεπρὸς προσελθὼν προσεκύνει αὐτῷ λέγων · Κύριε ,ἐὰν θέλῃς δύνασαί με καθαρίσαι . καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων · Θέλω ,καθαρίσθητι · καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα . καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς · Ὅρα μηδενὶ εἴπῃς ,ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ ,καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς . Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων · Κύριε ,ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός ,δεινῶς βασανιζόμενος . καὶ λέγει αὐτῷ · Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν . καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη · Κύριε ,οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς · ἀλλὰ μόνον εἰπὲ λόγῳ ,καὶ ἰαθήσεται ὁ παῖς μου · καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν ,ἔχων ὑπ’ ἐμαυτὸν στρατιώτας ,καὶ λέγω τούτῳ · Πορεύθητι ,καὶ πορεύεται ,καὶ ἄλλῳ · Ἔρχου ,καὶ ἔρχεται ,καὶ τῷ δούλῳ μου · Ποίησον τοῦτο ,καὶ ποιεῖ . ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν · Ἀμὴν λέγω ὑμῖν ,παρ’ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον . λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν · οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον · ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων . καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ · Ὕπαγε ,ὡς ἐπίστευσας γενηθήτω σοι · καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ . Καὶ ἐλθὼν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν · καὶ ἥψατο τῆς χειρὸς αὐτῆς ,καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός ,καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ . Ὀψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς · καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ ,καὶ πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν · ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος · Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν .