Ancient Greek · ~8 min
8.18 to 8.34
NOVUM TESTAMENTUM, Evangelium secundum Matthaeum 8.18-34
Not analysed yet
Ἰδὼν δὲ ὁ Ἰησοῦς πολλοὺς ὄχλους περὶ αὐτὸν ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν . καὶ προσελθὼν εἷς γραμματεὺς εἶπεν αὐτῷ · Διδάσκαλε ,ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ . καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς · Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις ,ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ . ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ · Κύριε ,ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου . ὁ δὲ Ἰησοῦς λέγει αὐτῷ · Ἀκολούθει μοι ,καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς . Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ . καὶ ἰδοὺ σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ ,ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων ,αὐτὸς δὲ ἐκάθευδεν . καὶ προσελθόντες ἤγειραν αὐτὸν λέγοντες · Κύριε ,σῶσον ,ἀπολλύμεθα . καὶ λέγει αὐτοῖς · Τί δειλοί ἐστε ,ὀλιγόπιστοι ; τότε ἐγερθεὶς ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ ,καὶ ἐγένετο γαλήνη μεγάλη . οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες · Ποταπός ἐστιν οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν ; Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι ,χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης . καὶ ἰδοὺ ἔκραξαν λέγοντες · Τί ἡμῖν καὶ σοί ,υἱὲ τοῦ θεοῦ ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς ; ἦν δὲ μακρὰν ἀπ’ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη . οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες · Εἰ ἐκβάλλεις ἡμᾶς ,ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων . καὶ εἶπεν αὐτοῖς · Ὑπάγετε . οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν ,καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν . οἱ δὲ βόσκοντες ἔφυγον ,καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων . καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ Ἰησοῦ ,καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν .