Ancient Greek · ~9 min
13.1 to 13.17
NOVUM TESTAMENTUM, Gospel of John 13.1-17
Not analysed yet
Πρὸ δὲ τῆς ἑορτῆς τοῦ πάσχα εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα ἵνα μεταβῇ ἐκ τοῦ κόσμου τούτου πρὸς τὸν πατέρα ἀγαπήσας τοὺς ἰδίους τοὺς ἐν τῷ κόσμῳ εἰς τέλος ἠγάπησεν αὐτούς . καὶ δείπνου γινομένου ,τοῦ διαβόλου ἤδη βεβληκότος εἰς τὴν καρδίαν ἵνα παραδοῖ αὐτὸν Ἰούδας Σίμωνος Ἰσκαριώτου ,εἰδὼς ὅτι πάντα ἔδωκεν αὐτῷ ὁ πατὴρ εἰς τὰς χεῖρας ,καὶ ὅτι ἀπὸ θεοῦ ἐξῆλθεν καὶ πρὸς τὸν θεὸν ὑπάγει ,ἐγείρεται ἐκ τοῦ δείπνου καὶ τίθησιν τὰ ἱμάτια καὶ λαβὼν λέντιον διέζωσεν ἑαυτόν · εἶτα βάλλει ὕδωρ εἰς τὸν νιπτῆρα ,καὶ ἤρξατο νίπτειν τοὺς πόδας τῶν μαθητῶν καὶ ἐκμάσσειν τῷ λεντίῳ ᾧ ἦν διεζωσμένος . ἔρχεται οὖν πρὸς Σίμωνα Πέτρον . λέγει αὐτῷ · Κύριε ,σύ μου νίπτεις τοὺς πόδας ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ὃ ἐγὼ ποιῶ σὺ οὐκ οἶδας ἄρτι ,γνώσῃ δὲ μετὰ ταῦτα . λέγει αὐτῷ Πέτρος · Οὐ μὴ νίψῃς μου τοὺς πόδας εἰς τὸν αἰῶνα . ἀπεκρίθη Ἰησοῦς αὐτῷ · Ἐὰν μὴ νίψω σε ,οὐκ ἔχεις μέρος μετ’ ἐμοῦ . λέγει αὐτῷ Σίμων Πέτρος · Κύριε ,μὴ τοὺς πόδας μου μόνον ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν . λέγει αὐτῷ ὁ Ἰησοῦς · Ὁ λελουμένος οὐκ ἔχει χρείαν εἰ μὴ τοὺς πόδας νίψασθαι ,ἀλλ’ ἔστιν καθαρὸς ὅλος · καὶ ὑμεῖς καθαροί ἐστε ,ἀλλ’ οὐχὶ πάντες . ᾔδει γὰρ τὸν παραδιδόντα αὐτόν · διὰ τοῦτο εἶπεν ὅτι Οὐχὶ πάντες καθαροί ἐστε . Ὅτε οὖν ἔνιψεν τοὺς πόδας αὐτῶν καὶ ἔλαβεν τὰ ἱμάτια αὐτοῦ καὶ ἀνέπεσεν ,πάλιν εἶπεν αὐτοῖς · Γινώσκετε τί πεποίηκα ὑμῖν ; ὑμεῖς φωνεῖτέ με Ὁ διδάσκαλος καὶ Ὁ κύριος ,καὶ καλῶς λέγετε ,εἰμὶ γάρ . εἰ οὖν ἐγὼ ἔνιψα ὑμῶν τοὺς πόδας ὁ κύριος καὶ ὁ διδάσκαλος ,καὶ ὑμεῖς ὀφείλετε ἀλλήλων νίπτειν τοὺς πόδας · ὑπόδειγμα γὰρ ἔδωκα ὑμῖν ἵνα καθὼς ἐγὼ ἐποίησα ὑμῖν καὶ ὑμεῖς ποιῆτε . ἀμὴν ἀμὴν λέγω ὑμῖν ,οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν . εἰ ταῦτα οἴδατε ,μακάριοί ἐστε ἐὰν ποιῆτε αὐτά .