Ancient Greek · ~8 min
13.18 to 13.34
NOVUM TESTAMENTUM, Gospel of John 13.18-34
Not analysed yet
οὐ περὶ πάντων ὑμῶν λέγω · ἐγὼ οἶδα τίνας ἐξελεξάμην · ἀλλ’ ἵνα ἡ γραφὴ πληρωθῇ · Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ’ ἐμὲ τὴν πτέρναν αὐτοῦ . ἀπ’ ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι ,ἵνα πιστεύσητε ὅταν γένηται ὅτι ἐγώ εἰμι . ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ὁ λαμβάνων ἄν τινα πέμψω ἐμὲ λαμβάνει ,ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν πέμψαντά με . Ταῦτα εἰπὼν ὁ Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν · Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με . ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει . ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ,ὃν ἠγάπα ὁ Ἰησοῦς · νεύει οὖν τούτῳ Σίμων Πέτρος πυθέσθαι τίς ἂν εἴη περὶ οὗ λέγει . ἀναπεσὼν ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ · Κύριε ,τίς ἐστιν ; ἀποκρίνεται ὁ Ἰησοῦς · Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ · βάψας οὖν τὸ ψωμίον δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου . καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς . λέγει οὖν αὐτῷ ὁ Ἰησοῦς · Ὃ ποιεῖς ποίησον τάχιον . τοῦτο δὲ οὐδεὶς ἔγνω τῶν ἀνακειμένων πρὸς τί εἶπεν αὐτῷ · τινὲς γὰρ ἐδόκουν ,ἐπεὶ τὸ γλωσσόκομον εἶχεν Ἰούδας ,ὅτι λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἀγόρασον ὧν χρείαν ἔχομεν εἰς τὴν ἑορτήν ,ἢ τοῖς πτωχοῖς ἵνα τι δῷ . λαβὼν οὖν τὸ ψωμίον ἐκεῖνος ἐξῆλθεν εὐθύς . ἦν δὲ νύξ . Ὅτε οὖν ἐξῆλθεν λέγει Ἰησοῦς · Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ,καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ · εἰ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ ,καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ ,καὶ εὐθὺς δοξάσει αὐτόν . τεκνία ,ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι · ζητήσετέ με ,καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ,καὶ ὑμῖν λέγω ἄρτι . ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους ,καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους .