Ancient Greek · ~2 min
13.35 to 13.38
NOVUM TESTAMENTUM, Gospel of John 13.35-38
Not analysed yet
ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε ,ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις . Λέγει αὐτῷ Σίμων Πέτρος · Κύριε ,ποῦ ὑπάγεις ; ἀπεκρίθη Ἰησοῦς · Ὅπου ὑπάγω οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι ,ἀκολουθήσεις δὲ ὕστερον . λέγει αὐτῷ ὁ Πέτρος · Κύριε ,διὰ τί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι ; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω . ἀποκρίνεται Ἰησοῦς · Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις ; ἀμὴν ἀμὴν λέγω σοι ,οὐ μὴ ἀλέκτωρ φωνήσῃ ἕως οὗ ἀρνήσῃ με τρίς .