Ancient Greek · ~8 min
14.1 to 14.16
NOVUM TESTAMENTUM, Gospel of John 14.1-16
Not analysed yet
Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία · πιστεύετε εἰς τὸν θεόν ,καὶ εἰς ἐμὲ πιστεύετε . ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν · εἰ δὲ μή ,εἶπον ἂν ὑμῖν ὅτι πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν · καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω τόπον ὑμῖν ,πάλιν ἔρχομαι καὶ παραλήμψομαι ὑμᾶς πρὸς ἐμαυτόν ,ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ὑμεῖς ἦτε . καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε τὴν ὁδόν . λέγει αὐτῷ Θωμᾶς · Κύριε ,οὐκ οἴδαμεν ποῦ ὑπάγεις · πῶς δυνάμεθα τὴν ὁδὸν εἰδέναι ; λέγει αὐτῷ ὁ Ἰησοῦς · Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή · οὐδεὶς ἔρχεται πρὸς τὸν πατέρα εἰ μὴ δι’ ἐμοῦ . εἰ ἐγνώκειτέ με ,καὶ τὸν πατέρα μου ἂν ᾔδειτε · ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν . Λέγει αὐτῷ Φίλιππος · Κύριε ,δεῖξον ἡμῖν τὸν πατέρα ,καὶ ἀρκεῖ ἡμῖν . λέγει αὐτῷ ὁ Ἰησοῦς · Τοσούτῳ χρόνῳ μεθ’ ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με ,Φίλιππε ; ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα · πῶς σὺ λέγεις · Δεῖξον ἡμῖν τὸν πατέρα ; οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν ; τὰ ῥήματα ἃ ἐγὼ λέγω ὑμῖν ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ ,ὁ δὲ πατὴρ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτοῦ . πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί · εἰ δὲ μή ,διὰ τὰ ἔργα αὐτὰ πιστεύετε . ἀμὴν ἀμὴν λέγω ὑμῖν ,ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα ἃ ἐγὼ ποιῶ κἀκεῖνος ποιήσει ,καὶ μείζονα τούτων ποιήσει ,ὅτι ἐγὼ πρὸς τὸν πατέρα πορεύομαι · καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου τοῦτο ποιήσω ,ἵνα δοξασθῇ ὁ πατὴρ ἐν τῷ υἱῷ · ἐάν τι αἰτήσητέ με ἐν τῷ ὀνόματί μου ἐγὼ ποιήσω . Ἐὰν ἀγαπᾶτέ με ,τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε · κἀγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα ,