Ancient Greek · ~9 min
14.17 to 14.31
NOVUM TESTAMENTUM, Gospel of John 14.17-31
Not analysed yet
τὸ πνεῦμα τῆς ἀληθείας ,ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ,ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει · ὑμεῖς γινώσκετε αὐτό ,ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἔσται . Οὐκ ἀφήσω ὑμᾶς ὀρφανούς ,ἔρχομαι πρὸς ὑμᾶς . ἔτι μικρὸν καὶ ὁ κόσμος με οὐκέτι θεωρεῖ ,ὑμεῖς δὲ θεωρεῖτέ με ,ὅτι ἐγὼ ζῶ καὶ ὑμεῖς ζήσετε . ἐν ἐκείνῃ τῇ ἡμέρᾳ γνώσεσθε ὑμεῖς ὅτι ἐγὼ ἐν τῷ πατρί μου καὶ ὑμεῖς ἐν ἐμοὶ κἀγὼ ἐν ὑμῖν . ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με · ὁ δὲ ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου ,κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν . λέγει αὐτῷ Ἰούδας ,οὐχ ὁ Ἰσκαριώτης · Κύριε ,τί γέγονεν ὅτι ἡμῖν μέλλεις ἐμφανίζειν σεαυτὸν καὶ οὐχὶ τῷ κόσμῳ ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ · Ἐάν τις ἀγαπᾷ με τὸν λόγον μου τηρήσει ,καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν ,καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα . ὁ μὴ ἀγαπῶν με τοὺς λόγους μου οὐ τηρεῖ · καὶ ὁ λόγος ὃν ἀκούετε οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός . Ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων · ὁ δὲ παράκλητος ,τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατὴρ ἐν τῷ ὀνόματί μου ,ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ἃ εἶπον ὑμῖν . εἰρήνην ἀφίημι ὑμῖν ,εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν · οὐ καθὼς ὁ κόσμος δίδωσιν ἐγὼ δίδωμι ὑμῖν . μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία μηδὲ δειλιάτω . ἠκούσατε ὅτι ἐγὼ εἶπον ὑμῖν · Ὑπάγω καὶ ἔρχομαι πρὸς ὑμᾶς . εἰ ἠγαπᾶτέ με ἐχάρητε ἄν ,ὅτι πορεύομαι πρὸς τὸν πατέρα ,ὅτι ὁ πατὴρ μείζων μού ἐστιν . καὶ νῦν εἴρηκα ὑμῖν πρὶν γενέσθαι ,ἵνα ὅταν γένηται πιστεύσητε . οὐκέτι πολλὰ λαλήσω μεθ’ ὑμῶν ,ἔρχεται γὰρ ὁ τοῦ κόσμου ἄρχων · καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν ,ἀλλ’ ἵνα γνῷ ὁ κόσμος ὅτι ἀγαπῶ τὸν πατέρα ,καὶ καθὼς ἐνετείλατο μοι ὁ πατὴρ οὕτως ποιῶ . Ἐγείρεσθε ,ἄγωμεν ἐντεῦθεν .