Ancient Greek · ~8 min
15.1 to 15.15
NOVUM TESTAMENTUM, Gospel of John 15.1-15
Not analysed yet
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή ,καὶ ὁ πατήρ μου ὁ γεωργός ἐστιν · πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν αἴρει αὐτό ,καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ ἵνα καρπὸν πλείονα φέρῃ . ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν · μείνατε ἐν ἐμοί ,κἀγὼ ἐν ὑμῖν . καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ’ ἑαυτοῦ ἐὰν μὴ μένῃ ἐν τῇ ἀμπέλῳ ,οὕτως οὐδὲ ὑμεῖς ἐὰν μὴ ἐν ἐμοὶ μένητε . ἐγώ εἰμι ἡ ἄμπελος ,ὑμεῖς τὰ κλήματα . ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ οὗτος φέρει καρπὸν πολύν ,ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν . ἐὰν μή τις μένῃ ἐν ἐμοί ,ἐβλήθη ἔξω ὡς τὸ κλῆμα καὶ ἐξηράνθη ,καὶ συνάγουσιν αὐτὰ καὶ εἰς τὸ πῦρ βάλλουσιν καὶ καίεται . ἐὰν μείνητε ἐν ἐμοὶ καὶ τὰ ῥήματά μου ἐν ὑμῖν μείνῃ ,ὃ ἐὰν θέλητε αἰτήσασθε καὶ γενήσεται ὑμῖν · ἐν τούτῳ ἐδοξάσθη ὁ πατήρ μου ἵνα καρπὸν πολὺν φέρητε καὶ γένησθε ἐμοὶ μαθηταί . καθὼς ἠγάπησέν με ὁ πατήρ ,κἀγὼ ὑμᾶς ἠγάπησα ,μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ . ἐὰν τὰς ἐντολάς μου τηρήσητε ,μενεῖτε ἐν τῇ ἀγάπῃ μου ,καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ πατρός μου τετήρηκα καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ . ταῦτα λελάληκα ὑμῖν ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ᾖ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ . Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς · μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ,ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ . ὑμεῖς φίλοι μού ἐστε ἐὰν ποιῆτε ἃ ἐγὼ ἐντέλλομαι ὑμῖν . οὐκέτι λέγω ὑμᾶς δούλους ,ὅτι ὁ δοῦλος οὐκ οἶδεν τί ποιεῖ αὐτοῦ ὁ κύριος · ὑμᾶς δὲ εἴρηκα φίλους ,ὅτι πάντα ἃ ἤκουσα παρὰ τοῦ πατρός μου ἐγνώρισα ὑμῖν .