Ancient Greek · ~7 min
15.16 to 15.27
NOVUM TESTAMENTUM, Gospel of John 15.16-27
Not analysed yet
οὐχ ὑμεῖς με ἐξελέξασθε ,ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ,καὶ ἔθηκα ὑμᾶς ἵνα ὑμεῖς ὑπάγητε καὶ καρπὸν φέρητε καὶ ὁ καρπὸς ὑμῶν μένῃ ,ἵνα ὅ τι ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου δῷ ὑμῖν . ταῦτα ἐντέλλομαι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους . Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ ,γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν . εἰ ἐκ τοῦ κόσμου ἦτε ,ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει · ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ ,ἀλλ’ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου ,διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος . μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν · Οὐκ ἔστιν δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ · εἰ ἐμὲ ἐδίωξαν ,καὶ ὑμᾶς διώξουσιν · εἰ τὸν λόγον μου ἐτήρησαν ,καὶ τὸν ὑμέτερον τηρήσουσιν . ἀλλὰ ταῦτα πάντα ποιήσουσιν εἰς ὑμᾶς διὰ τὸ ὄνομά μου ,ὅτι οὐκ οἴδασιν τὸν πέμψαντά με . εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς ,ἁμαρτίαν οὐκ εἴχοσαν · νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν περὶ τῆς ἁμαρτίας αὐτῶν . ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ . εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος ἐποίησεν ,ἁμαρτίαν οὐκ εἴχοσαν · νῦν δὲ καὶ ἑωράκασιν καὶ μεμισήκασιν καὶ ἐμὲ καὶ τὸν πατέρα μου . ἀλλ’ ἵνα πληρωθῇ ὁ λόγος ὁ ἐν τῷ νόμῳ αὐτῶν γεγραμμένος ὅτι Ἐμίσησάν με δωρεάν . Ὅταν ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός ,τὸ πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται ,ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ · καὶ ὑμεῖς δὲ μαρτυρεῖτε ,ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε .