Ancient Greek · ~6 min
18.33 to 18.40
NOVUM TESTAMENTUM, Gospel of John 18.33-40
Not analysed yet
Εἰσῆλθεν οὖν πάλιν εἰς τὸ πραιτώριον ὁ Πιλᾶτος καὶ ἐφώνησεν τὸν Ἰησοῦν καὶ εἶπεν αὐτῷ · Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων ; ἀπεκρίθη Ἰησοῦς · Ἀπὸ σεαυτοῦ σὺ τοῦτο λέγεις ἢ ἄλλοι εἶπόν σοι περὶ ἐμοῦ ; ἀπεκρίθη ὁ Πιλᾶτος · Μήτι ἐγὼ Ἰουδαῖός εἰμι ; τὸ ἔθνος τὸ σὸν καὶ οἱ ἀρχιερεῖς παρέδωκάν σε ἐμοί · τί ἐποίησας ; ἀπεκρίθη Ἰησοῦς · Ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου · εἰ ἐκ τοῦ κόσμου τούτου ἦν ἡ βασιλεία ἡ ἐμή ,οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν ,ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις · νῦν δὲ ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐντεῦθεν . εἶπεν οὖν αὐτῷ ὁ Πιλᾶτος · Οὐκοῦν βασιλεὺς εἶ σύ ; ἀπεκρίθη ὁ Ἰησοῦς · Σὺ λέγεις ὅτι βασιλεύς εἰμι . ἐγὼ εἰς τοῦτο γεγέννημαι καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον ἵνα μαρτυρήσω τῇ ἀληθείᾳ · πᾶς ὁ ὢν ἐκ τῆς ἀληθείας ἀκούει μου τῆς φωνῆς . λέγει αὐτῷ ὁ Πιλᾶτος · Τί ἐστιν ἀλήθεια ; Καὶ τοῦτο εἰπὼν πάλιν ἐξῆλθεν πρὸς τοὺς Ἰουδαίους ,καὶ λέγει αὐτοῖς · Ἐγὼ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν · ἔστιν δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ἀπολύσω ὑμῖν ἐν τῷ πάσχα · βούλεσθε οὖν ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων ; ἐκραύγασαν οὖν πάλιν λέγοντες · Μὴ τοῦτον ἀλλὰ τὸν Βαραββᾶν . ἦν δὲ ὁ Βαραββᾶς λῃστής .