Ancient Greek · ~9 min
19.1 to 19.15
NOVUM TESTAMENTUM, Gospel of John 19.1-15
Not analysed yet
Τότε οὖν ἔλαβεν ὁ Πιλᾶτος τὸν Ἰησοῦν καὶ ἐμαστίγωσεν . καὶ οἱ στρατιῶται πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν αὐτοῦ τῇ κεφαλῇ ,καὶ ἱμάτιον πορφυροῦν περιέβαλον αὐτόν ,καὶ ἤρχοντο πρὸς αὐτὸν καὶ ἔλεγον · Χαῖρε ,ὁ βασιλεὺς τῶν Ἰουδαίων · καὶ ἐδίδοσαν αὐτῷ ῥαπίσματα . καὶ ἐξῆλθεν πάλιν ἔξω ὁ Πιλᾶτος καὶ λέγει αὐτοῖς · Ἴδε ἄγω ὑμῖν αὐτὸν ἔξω ,ἵνα γνῶτε ὅτι οὐδεμίαν αἰτίαν εὑρίσκω ἐν αὐτῷ . ἐξῆλθεν οὖν ὁ Ἰησοῦς ἔξω ,φορῶν τὸν ἀκάνθινον στέφανον καὶ τὸ πορφυροῦν ἱμάτιον . καὶ λέγει αὐτοῖς · Ἰδοὺ ὁ ἄνθρωπος . ὅτε οὖν εἶδον αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ὑπηρέται ἐκραύγασαν λέγοντες · Σταύρωσον σταύρωσον . λέγει αὐτοῖς ὁ Πιλᾶτος · Λάβετε αὐτὸν ὑμεῖς καὶ σταυρώσατε ,ἐγὼ γὰρ οὐχ εὑρίσκω ἐν αὐτῷ αἰτίαν . ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι · Ἡμεῖς νόμον ἔχομεν ,καὶ κατὰ τὸν νόμον ὀφείλει ἀποθανεῖν ,ὅτι υἱὸν θεοῦ ἑαυτὸν ἐποίησεν . Ὅτε οὖν ἤκουσεν ὁ Πιλᾶτος τοῦτον τὸν λόγον ,μᾶλλον ἐφοβήθη ,καὶ εἰσῆλθεν εἰς τὸ πραιτώριον πάλιν καὶ λέγει τῷ Ἰησοῦ · Πόθεν εἶ σύ ; ὁ δὲ Ἰησοῦς ἀπόκρισιν οὐκ ἔδωκεν αὐτῷ . λέγει οὖν αὐτῷ ὁ Πιλᾶτος · Ἐμοὶ οὐ λαλεῖς ; οὐκ οἶδας ὅτι ἐξουσίαν ἔχω ἀπολῦσαί σε καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε ; ἀπεκρίθη αὐτῷ Ἰησοῦς · Οὐκ εἶχες ἐξουσίαν κατ’ ἐμοῦ οὐδεμίαν εἰ μὴ ἦν δεδομένον σοι ἄνωθεν · διὰ τοῦτο ὁ παραδούς μέ σοι μείζονα ἁμαρτίαν ἔχει . ἐκ τούτου ὁ Πιλᾶτος ἐζήτει ἀπολῦσαι αὐτόν · οἱ δὲ Ἰουδαῖοι ἐκραύγασαν λέγοντες · Ἐὰν τοῦτον ἀπολύσῃς ,οὐκ εἶ φίλος τοῦ Καίσαρος · πᾶς ὁ βασιλέα ἑαυτὸν ποιῶν ἀντιλέγει τῷ Καίσαρι . Ὁ οὖν Πιλᾶτος ἀκούσας τῶν λόγων τούτων ἤγαγεν ἔξω τὸν Ἰησοῦν ,καὶ ἐκάθισεν ἐπὶ βήματος εἰς τόπον λεγόμενον Λιθόστρωτον ,Ἑβραϊστὶ δὲ Γαββαθα . ἦν δὲ παρασκευὴ τοῦ πάσχα ,ὥρα ἦν ὡς ἕκτη . καὶ λέγει τοῖς Ἰουδαίοις · Ἴδε ὁ βασιλεὺς ὑμῶν . ἐκραύγασαν οὖν ἐκεῖνοι · Ἆρον ἆρον ,σταύρωσον αὐτόν . λέγει αὐτοῖς ὁ Πιλᾶτος · Τὸν βασιλέα ὑμῶν σταυρώσω ; ἀπεκρίθησαν οἱ ἀρχιερεῖς · Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα .