Ancient Greek · ~9 min
19.16 to 19.30
NOVUM TESTAMENTUM, Gospel of John 19.16-30
Not analysed yet
τότε οὖν παρέδωκεν αὐτὸν αὐτοῖς ἵνα σταυρωθῇ . Παρέλαβον οὖν τὸν Ἰησοῦν · καὶ βαστάζων αὑτῷ τὸν σταυρὸν ἐξῆλθεν εἰς τὸν λεγόμενον Κρανίου Τόπον ,ὃ λέγεται Ἑβραϊστὶ Γολγοθα ,ὅπου αὐτὸν ἐσταύρωσαν ,καὶ μετ’ αὐτοῦ ἄλλους δύο ἐντεῦθεν καὶ ἐντεῦθεν ,μέσον δὲ τὸν Ἰησοῦν . ἔγραψεν δὲ καὶ τίτλον ὁ Πιλᾶτος καὶ ἔθηκεν ἐπὶ τοῦ σταυροῦ · ἦν δὲ γεγραμμένον · Ἰησοῦς ὁ Ναζωραῖος ὁ βασιλεὺς τῶν Ἰουδαίων . τοῦτον οὖν τὸν τίτλον πολλοὶ ἀνέγνωσαν τῶν Ἰουδαίων ,ὅτι ἐγγὺς ἦν ὁ τόπος τῆς πόλεως ὅπου ἐσταυρώθη ὁ Ἰησοῦς · καὶ ἦν γεγραμμένον Ἑβραϊστί ,Ῥωμαϊστί ,Ἑλληνιστί . ἔλεγον οὖν τῷ Πιλάτῳ οἱ ἀρχιερεῖς τῶν Ἰουδαίων · Μὴ γράφε · Ὁ βασιλεὺς τῶν Ἰουδαίων ,ἀλλ’ ὅτι ἐκεῖνος εἶπεν Βασιλεὺς τῶν Ἰουδαίων εἰμί . ἀπεκρίθη ὁ Πιλᾶτος · Ὃ γέγραφα γέγραφα . οἱ οὖν στρατιῶται ὅτε ἐσταύρωσαν τὸν Ἰησοῦν ἔλαβον τὰ ἱμάτια αὐτοῦ καὶ ἐποίησαν τέσσαρα μέρη ,ἑκάστῳ στρατιώτῃ μέρος ,καὶ τὸν χιτῶνα . ἦν δὲ ὁ χιτὼν ἄραφος ,ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου · εἶπαν οὖν πρὸς ἀλλήλους · Μὴ σχίσωμεν αὐτόν ,ἀλλὰ λάχωμεν περὶ αὐτοῦ τίνος ἔσται · ἵνα ἡ γραφὴ πληρωθῇ ἡ λέγουσα · Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον . Οἱ μὲν οὖν στρατιῶται ταῦτα ἐποίησαν . Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ ,Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ Μαγδαληνή . Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί · Γύναι ,ἴδε ὁ υἱός σου · εἶτα λέγει τῷ μαθητῇ · Ἴδε ἡ μήτηρ σου . καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια . Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ ἡ γραφὴ λέγει · Διψῶ . σκεῦος ἔκειτο ὄξους μεστόν · σπόγγον οὖν μεστὸν τοῦ ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι . ὅτε οὖν ἔλαβεν τὸ ὄξος ὁ Ἰησοῦς εἶπεν · Τετέλεσται ,καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα .