Ancient Greek · ~2 min
3.32 to 3.36
NOVUM TESTAMENTUM, Gospel of John 3.32-36
Not analysed yet
ὃ ἑώρακεν καὶ ἤκουσεν τοῦτο μαρτυρεῖ ,καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει . ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ θεὸς ἀληθής ἐστιν . ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ ,οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα . ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν ,καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ . ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον · ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν ,ἀλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν .