Ancient Greek · ~8 min
4.1 to 4.16
NOVUM TESTAMENTUM, Gospel of John 4.1-16
Not analysed yet
Ὡς οὖν ἔγνω ὁ Ἰησοῦς ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάννης —καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ —ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν . ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας . ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχὰρ πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ τῷ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ · ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ . ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ · ὥρα ἦν ὡς ἕκτη . Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ . λέγει αὐτῇ ὁ Ἰησοῦς · Δός μοι πεῖν · οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ,ἵνα τροφὰς ἀγοράσωσιν . λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρῖτις · Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρίτιδος οὔσης ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρίταις . ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ · Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι · Δός μοι πεῖν ,σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν . λέγει αὐτῷ ἡ γυνή · Κύριε ,οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ · πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν ; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ ,ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ · Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν · ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ ,οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα ,ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον . λέγει πρὸς αὐτὸν ἡ γυνή · Κύριε ,δός μοι τοῦτο τὸ ὕδωρ ,ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν . Λέγει αὐτῇ · Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε .