Ancient Greek · ~6 min
5.34 to 5.47
NOVUM TESTAMENTUM, Gospel of John 5.34-47
Not analysed yet
ἐγὼ δὲ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω ,ἀλλὰ ταῦτα λέγω ἵνα ὑμεῖς σωθῆτε . ἐκεῖνος ἦν ὁ λύχνος ὁ καιόμενος καὶ φαίνων ,ὑμεῖς δὲ ἠθελήσατε ἀγαλλιαθῆναι πρὸς ὥραν ἐν τῷ φωτὶ αὐτοῦ · ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου ,τὰ γὰρ ἔργα ἃ δέδωκέν μοι ὁ πατὴρ ἵνα τελειώσω αὐτά ,αὐτὰ τὰ ἔργα ἃ ποιῶ ,μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ πατήρ με ἀπέσταλκεν ,καὶ ὁ πέμψας με πατὴρ ἐκεῖνος μεμαρτύρηκεν περὶ ἐμοῦ . οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε οὔτε εἶδος αὐτοῦ ἑωράκατε ,καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα ,ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος τούτῳ ὑμεῖς οὐ πιστεύετε . Ἐραυνᾶτε τὰς γραφάς ,ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν · καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ · καὶ οὐ θέλετε ἐλθεῖν πρός με ἵνα ζωὴν ἔχητε . δόξαν παρὰ ἀνθρώπων οὐ λαμβάνω ,ἀλλὰ ἔγνωκα ὑμᾶς ὅτι τὴν ἀγάπην τοῦ θεοῦ οὐκ ἔχετε ἐν ἑαυτοῖς . ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετέ με · ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ ,ἐκεῖνον λήμψεσθε . πῶς δύνασθε ὑμεῖς πιστεῦσαι ,δόξαν παρ’ ἀλλήλων λαμβάνοντες ,καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε ; μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν πατέρα · ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωϋσῆς ,εἰς ὃν ὑμεῖς ἠλπίκατε . εἰ γὰρ ἐπιστεύετε Μωϋσεῖ ,ἐπιστεύετε ἂν ἐμοί ,περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν . εἰ δὲ τοῖς ἐκείνου γράμμασιν οὐ πιστεύετε ,πῶς τοῖς ἐμοῖς ῥήμασιν πιστεύσετε ;