Ancient Greek · ~8 min
7.1 to 7.17
NOVUM TESTAMENTUM, Gospel of John 7.1-17
Not analysed yet
Καὶ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ ,οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ,ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι . ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ σκηνοπηγία . εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ · Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ,ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν σοῦ τὰ ἔργα ἃ ποιεῖς · οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι · εἰ ταῦτα ποιεῖς ,φανέρωσον σεαυτὸν τῷ κόσμῳ . οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν . λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς · Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν ,ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος . οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς ,ἐμὲ δὲ μισεῖ ,ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν . ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν · ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ,ὅτι ὁ ἐμὸς καιρὸς οὔπω πεπλήρωται . ταῦτα δὲ εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ . Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν ,τότε καὶ αὐτὸς ἀνέβη ,οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ . οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον · Ποῦ ἐστιν ἐκεῖνος ; καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις · οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν ,ἄλλοι δὲ ἔλεγον · Οὔ ,ἀλλὰ πλανᾷ τὸν ὄχλον . οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων . Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν . ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες · Πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς ; ἀπεκρίθη οὖν αὐτοῖς ὁ Ἰησοῦς καὶ εἶπεν · Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με · ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν ,γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἢ ἐγὼ ἀπ’ ἐμαυτοῦ λαλῶ .