Ancient Greek · ~8 min
7.18 to 7.34
NOVUM TESTAMENTUM, Gospel of John 7.18-34
Not analysed yet
ὁ ἀφ’ ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ · ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν . Οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν νόμον ; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον . τί με ζητεῖτε ἀποκτεῖναι ; ἀπεκρίθη ὁ ὄχλος · Δαιμόνιον ἔχεις · τίς σε ζητεῖ ἀποκτεῖναι ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε . διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν —οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ’ ἐκ τῶν πατέρων —καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον . εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ ὁ νόμος Μωϋσέως ,ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ ; μὴ κρίνετε κατ’ ὄψιν ,ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε . Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν · Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι ; καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν · μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός ; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν · ὁ δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν . ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων · Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί · καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα ,ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με ,ὃν ὑμεῖς οὐκ οἴδατε · ἐγὼ οἶδα αὐτόν ,ὅτι παρ’ αὐτοῦ εἰμι κἀκεῖνός με ἀπέστειλεν . ἐζήτουν οὖν αὐτὸν πιάσαι ,καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα ,ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ . ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτόν ,καὶ ἔλεγον · Ὁ χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν ; Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα ,καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν . εἶπεν οὖν ὁ Ἰησοῦς · Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με . ζητήσετέ με καὶ οὐχ εὑρήσετέ ,καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν .