Ancient Greek · ~8 min
7.35 to 7.52
NOVUM TESTAMENTUM, Gospel of John 7.35-52
Not analysed yet
εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς · Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν ; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας ; τίς ἐστιν ὁ λόγος οὗτος ὃν εἶπε · Ζητήσετέ με καὶ οὐχ εὑρήσετέ ,καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ; Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς ,καὶ ἔκραξεν λέγων · Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω . ὁ πιστεύων εἰς ἐμέ ,καθὼς εἶπεν ἡ γραφή ,ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος . τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν · οὔπω γὰρ ἦν πνεῦμα ,ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη . Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον · Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης · ἄλλοι ἔλεγον · Οὗτός ἐστιν ὁ χριστός · οἱ δὲ ἔλεγον · Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται ; οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ ,καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ,ἔρχεται ὁ χριστός ; σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν . τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ,ἀλλ’ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας . Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους ,καὶ εἶπον αὐτοῖς ἐκεῖνοι · Διὰ τί οὐκ ἠγάγετε αὐτόν ; ἀπεκρίθησαν οἱ ὑπηρέται · Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος . ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι · Μὴ καὶ ὑμεῖς πεπλάνησθε ; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων ; ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν . λέγει Νικόδημος πρὸς αὐτούς ,ὁ ἐλθὼν πρὸς αὐτὸν πρότερον ,εἷς ὢν ἐξ αὐτῶν · Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ ; ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ · Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ; ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται .