Ancient Greek · ~8 min
8.12 to 8.25
NOVUM TESTAMENTUM, Gospel of John 8.12-25
Not analysed yet
Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων · Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου · ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ,ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς . εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι · Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς · ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής . ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς · Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ,ἀληθής ἐστιν ἡ μαρτυρία μου ,ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω · ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω . ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ,ἐγὼ οὐ κρίνω οὐδένα . καὶ ἐὰν κρίνω δὲ ἐγώ ,ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ,ὅτι μόνος οὐκ εἰμί ,ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ . καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν . ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με πατήρ . ἔλεγον οὖν αὐτῷ · Ποῦ ἐστιν ὁ πατήρ σου ; ἀπεκρίθη Ἰησοῦς · Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου · εἰ ἐμὲ ᾔδειτε ,καὶ τὸν πατέρα μου ἂν ᾔδειτε . ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ · καὶ οὐδεὶς ἐπίασεν αὐτόν ,ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ . Εἶπεν οὖν πάλιν αὐτοῖς · Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με ,καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε · ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν . ἔλεγον οὖν οἱ Ἰουδαῖοι · Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει · Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν ; καὶ ἔλεγεν αὐτοῖς · Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ,ἐγὼ ἐκ τῶν ἄνω εἰμί · ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ,ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου . εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν · ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ,ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν . ἔλεγον οὖν αὐτῷ · Σὺ τίς εἶ ; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς · Τὴν ἀρχὴν ὅ τι καὶ λαλῶ ὑμῖν ;