Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_QUINTUS_FABIUS_PICTOR
NUMERIUS FABIUS PICTOR; QUINTUS FABIUS PICTOR, Fragmenta 11
Not analysed yet
Ἕτερος μὲν οὖν ἀποχρῆν ἂν ὑπέλαβε καὶ αὐτὰ τὰ νῦν πραττόμενα ἐπὶ τῇ πόλει μηνύματα οὐ μικρὰ τῶν παλαιῶν ἐπιτηδευμάτων ὑπολαβεῖν· ἐγὼ δὲ, ἵνα μή τις ἀσθενῆ τὴν πίστιν εἶναι ταύτην ὑπολάβῃ, [εἴτε] κατ ̓ ἐκείνην τὴν ἀπίθανον ὑπόληψιν, ὅτι παντὸς τοῦ Ἑλληνικοῦ κρατήσαντες, ἀσμένως ἂν τὰ κρείττω μετέμαθον ἔθη, τῶν ἐπιχωρίων ὑπεριδόντες, ἐξ ἐκείνου ποιήσομαι τοῦ χρόνου τὴν τέκμαρσιν, ὅτε οὔπω τὴν τῆς Ἑλλάδος εἶχον ἡγεμονίαν, οὐδὲ ἄλλην διαπόντιον οὐδεμίαν ἀρχὴν, Κοίντῳ Φαβίῳ βεβαιωτῇ χρώμενος, καὶ οὐδεμιᾶς ἔτι δεόμενος πίστεως ἑτέρας· παλαιότατος γὰρ ἀνὴρ τῶν τὰ Ῥωμαϊκὰ συνταξαμένων, καὶ πίστιν οὐκ ἐξ ὧν ἤκουσε μόνον, ἀλλὰ καὶ ἐξ ὦν αὐτὸς ἔγνω, παρεχόμενος.