Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 11
Not analysed yet
Οἱ Φρύγες τὸν Σαβάζιον τιμῶσι. Τίς δέ ἐστιν οὗτος ὁ θεὸς ὁ Ἡρακλεώτης Περὶ Ἡρακλείας ἐν τῷ β’ φησὶν οὕτως· «Φαίνεται γὰρ ἐξ ὧν εὑρίσκομεν συλλογιζόμενοι πολλαχόθεν, ὅτι Διόνυσος καὶ Σαβάζιος εἷς ἐστὶ θεὸς, τυχεῖν δὲ τῆς προσηγορίας ταύτης παρὰ τὸν γινόμενον περὶ αὐτὸν θειασμόν. Τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν φασίν. Ὅθεν καὶ τῶν Ἑλλήνων τινὲς ἀκολουθοῦντες τὸν εὐασμὸν σαβασμὸν λέγουσιν.»