Ancient Greek
9 to 10
NYMPHIS HERACLEOTA, Fragmenta 9-2-10
Not analysed yet
Ἰδίως τὸν θρηνούμενον Πρτόλαόν φησι (sc. Ἀπολλώνιος)· τῶν ἄλλων Βάρυνον (1. Βῶρμον) λεγόντων τὸν Τιτίου υἱὸν, ὡς Νύμφις καὶ Καλλίστρατος. Γάργαρος, πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κειμένη· ἣν κατῴκουν Λέλεγες. Ἐξ ἧς διὰ τὸ κρυῶδες ὑποκατέβησαν οἱ Γαργαρεῖς, καὶ ᾤκισαν αὐτὴν (1. ἄλλην) ὑπὸ πεδίον Γάργαρον. Ἐκείνη δὲ ἐρημωθεῖσα καλεῖται Παλαιὰ Γάργαρος, ὠνόμασται δὲ ἀπὸ φιλόσοφος. Οὕτως Ἐπαφρόδιτος ἐν Ὑπομνήματι θ’ Ἰλιάδος, παρατιθέμενος Κλείταρχον Αἰγινήτην λεξικογράφον.