Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 12
Not analysed yet
Ὀροσάγγης καὶ σαγγάνδης καὶ παρασάγγης καὶ ἄγγαρος διαφέρει· ὀροσάγγαι μὲν οἱ σωματοφύλακες, ὡς (Σοφοκλῆς ἐν suppl. Meier.) Ἑλένης γάμῳ καὶ Τρωίλῳ. Ἡρόδοτος δέ (VIII, 85)· «Οἱ εὐεργέται τοῦ βασιλέος ὀροσάγγαι καλέονται Περσιστί·» Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν δευτέρῳ Περὶ Ἡρακλείας λέγει παρὰ Πέρσαις τὴν μεγίστην ἔχειν προεδρίαν, καλεῖσθαι δὲ κατὰ γλῶτταν ξένους βασιλείους.» Σαγγάνδαι δὲ οἱ ἀποστελλόμενοι καλοῦνται. Σοφοκλῆς δὲ ἐν τοῖς Ποιμέσι καὶ Εὐριπίδης ἐν Σκυρίαις παρασάγγας αὐτοὺς κεκλήκασιν· ἐχρῆν δὲ εἰπεῖν σαγγάνδας· ὁ γὰρ παρασάγγης μέτρον ἐστίν. Ἄγγαροι δὲ οἱ πρεσβευταί, κτλ.