Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 13
Not analysed yet
Νύμφις ἐν τῷ τετάρτῳ Περὶ Ἡρακλείας . . . λέγει,. ὅτι σῦν ἄγριον ἐν τῇ Ξανθίων Χώρᾳ καὶ ζῷα καὶ καρποὺς λυμαινόμενον ἀνελὼν ὁ Βελλεροφόντης, οὐδεμιᾶς ἐτύγχανεν ἀμοιβῆς· καταρασαμένου δὲ τῶν Ξανθίων αὐτοῦ πρὸς τὸν Ποσειδῶνα, πᾶν τὸ πεδίον ἐξήνθησεν ἁλμυρίδα, καὶ διέφθαρτο παντάπασι, τῆς γῆς πικρᾶς γενομένης· μέχρις οὗ τὰς γυναῖκας αἰδεσθεὶς δεομένας, εὔξατο τῷ Ποσειδῶνι τὴν ὀργὴν ἀφεῖναι. Διὸ καὶ νόμος ἦν τοῖς Ξανθίος, μὴ πατρόθεν, ἀλλ ̓ ἀπὸ μητρῶν χρηματίζειν.