Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 15
Not analysed yet
Νύμφις δὲ ὁ Ἡρακλεώτης ἐν ἕκτῳ τῶν Περὶ τῆς πατρίδος, «Παυσανίας (φησὶν) ὁ περὶ Πλαταιὰς νικήσας Μαρδόνιον, τὰ τῆς Σπάρτης ἐξελθὼν νόμιμα, καὶ εἰς ὑπερηφανίαν ἐπιδοὺς, περὶ Βυζάντιον διατρίβων, χαλκοῦν τὸν ἀνακείμενον κρατῆρα τοῖς θεοῖς τοῖς ἐπὶ τοῦ στόματος ἱδρυμένοις, ὅν ἔτι καὶ νῦν εἶναι συμβαίνει, ἐτόλμησεν ἐπιγράψαι, ὡς αὐτὸς ἀναθεὶς, ὑποθεὶς τόδε τὸ ἐπίγραμμα, διὰ τὴν τρυφὴν καὶ ὑπερηφανίαν ἐπιλαθόμενος αὑτοῦ· Μνᾶμ ̓ ἀρετᾶς ἀνέθηκε Ποσειδάωνι ἄνακτι Παυσανίας, ἄρχων Ἑλλάδος εὐρυχόρου, πόντου ἐπ ̓ εὐξείνου, Λακεδαιμόνιος γένος, υἱὸς Κλευμβρότου, ἀρχαίας Ἡρακλέος γενεᾶς.»