Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 16
Not analysed yet
Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβ ̓ Περὶ Ἡρακλείας, «Διονύσιος (φησὶν) ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς, καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας, ὑπὸ τρυφῆς καὶ τῆς καθ ̓ ἡμέραν ἀδηφαγίας ἔλαθεν ὑπερσαρκήσας, ὥστε διὰ τὸ πάχος ἐν δυσπνοίᾳ αὐτὸν συσχεθῆναι καὶ πνιγμῷ. Διὸ συνέταξαν οἱ ἰατροὶ κατασκευάσαι βελόνας λεπτὰς, τῷ μήκει διαφερούσας, αἷς διὰ τῶν πλευρῶν καὶ τῆς κοιλίας διωθεῖν, ὅταν εἰς ὕπνον τύχη βαθύτερον ἐμπεσών. Μέχρι μὲν οὖν τινος ὑπὸ τῆς πεπωρωμένης ἐκ τοῦ στέατος σαρκὸς οὐκ ἐνεποίει τὴν αἴσθησιν· εἰ δὲ πρὸς καθαρὸν τόπον ἡ βελόνη διελθοῦσα ἔθιγε, τότε διεγείρετο. Τοὺς δὲ Χρηματισμοὺς ἐποιεῖτο τοῖς βουλομένοις προτιθέμενος κιβωτὸν τοῦ σώματος, ἵνα τὰ μὲν λοιπὰ μέρη κρύπτῃ, τὸ δὲ πρόσωπον μόνον ὑπερέχων διαλέγοιτο τοῖς ἀπαντῶσι.» Μνημονεύει δ ̓ αὐτοῦ καὶ Μένανδρος (v. fragm. Menandr. p. 3 ed. Dübner.) . . . Ἀπέθανε δὲ βιώσας ἔτη πέντε πέντε πρὸς τοῖς πεντήκοντα, ὧν ἐτυράννησε τρία καὶ τριάκοντα, ἁπάντων τῶν πρὸ αὐτοῦ τυράννων πρᾳότητι καὶ ἐπιεικείᾳ διενηνοχώς.