Ancient Greek
Dfhg-Source dfhg3_NYMPHIS_HERACLEOTA
NYMPHIS HERACLEOTA, Fragmenta 9
Not analysed yet
Νύμφις δ ̓ ἐν πρώτῳ Περὶ Ἡρακλείας περὶ Μαριανδυνῶν διηγούμενος φησίν· «Ὁμοίως δὲ καὶ τῶν ᾠδῶν ἐνίας κατανοήσειεν ἄν τις, ἅς ἐκεῖνοι κατά τινα ἐπιχωριαζομένην παρ ̓ αὐτοῖς συνήθειαν ᾄδοντες ἀνακαλοῦνταί τινα τῶν ἀρχαίων, προσαγορεύοντες Βῶρμον. Τοῦτον δὲ λέγουσιν υἱὸν γενέσθαι ἀνδρὸς ἐπιφανοῦς καὶ πλουσίου, τῷ δὲ κάλλει καὶ τῇ κατὰ τὴν ἀκμὴν ὥρᾳ πολὺ τῶν ἄλλων διενεγκεῖν· ὃν ἐφεστῶτα ἔργοις ἰδίοις, καὶ βουλόμενον τοῖς θερίζουσι δοῦναι πιεῖν, βαδίζοντα ἐφ ̓ ὕδωρ, ἀφανισθῆναι. νισθῆναι. Ζητεῖν οὖν αὐτὸν τοὺς ἀπὸ τῆς χώρας μετά τινος μεμελῳδημένου θρήνου καὶ ἀνακλήσεως, ᾦ καὶ νῦν ἔτι πάντες χρώμενοι διατελοῦσι.» Τοιοῦτος δ ̓ ἐστὶ καὶ ὁ παρ ̓ Αἰγυπτίοις καλούμενος Μάνερως.