Ancient Greek
Dfhg-Source dfhg2_NYMPHODORUS_SYRACUSANUS
NYMPHODORUS SYRACUSANUS, Fragmenta 21
Not analysed yet
Νυμφόδωρος δὲ ἐν τῷ ιγ' [ἐν τῶ γ' scrib. Videtur] τῶν [Νομίμων] Βαρβαρικῶν γράφει οὕτως· «Ἔθεσι δὲ τὰ μὲν ἐναντίοις, τὰ δὲ ὁμοίοις χρῶνται (sc. Οἱ Αἰγύπτιοι) τοῖς Ἕλλησι. Τὸ μὲν γὰρ ἐξίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους, ὁμοτρόπως καὶ ἡμῖν διοικοῦσι, τῶν δ ̓ ἄλλων οὐδέν. Ἐν μὲν γὰρ τοῖς Ἕλλησιν οἱ μὲν ἄνδρες κατὰ τὴν ἀγορὰν οἰκονομοῦσιν, αἱ δὲ γυναῖκες ἔνδον μένουσαι ταλασιουργοῦσιν· ἐκεῖ δὲ αἱ μὲν γυναῖκες ἐν ἀγορᾷ περιπατοῦσι καὶ καπηλεύουσιν, οἱ δὲ ἄνδρες κατὰ τὴν οἰκίαν ὑφαίνουσιν. Ὁ γὰρ Σέσωστρις ἐκθηλῦναι τοὺς ἄνδρας βουλόμενος, ἅτε μεγίστης χώρας γεγενημένους καὶ πολλοὺς ὄντας, ὅπως μὴ συστραφέντες ἐπ ̓ ἰσομοιρίαν ὁρμήσωσι, τὰ μὲν ἐκείνων ἔργα ταῖς γυναιξὶ, τὰ δὲ τῶν γυναικῶν ἐκείνοις προσέταξεν, ἵνα μὴ μόνον τῶν ὅπλων στερηθέντες, ἀλλὰ καὶ τὴν ψυχὴν ὑπὸ τῶν ἐπιτηδευμάτων ἀνεθέντες, ἀσμένως ἐπὶ τοῖς ὑπάρχουσι καταμένωσιν. Ὅθεν τοὺς μὲν ψιλοὺς εἶναι, τὰς δὲ ἀνιέναι τὰς τρίχας προσέταξε· καὶ τοὺς μὲν ἐπὶ τῶν κεφαλῶν φέρειν τὰ φορτία, τὰς δὲ ἐπὶ τῶν ὤμων ἠνάγκασε. Ἔπειτα δὲ τοὺς μὲν καθημένους, τὰς δὲ ὀρθὰς ἑστώσας οὐρεῖν. Καὶ τοὺς (τοῖς Br.) μὲν β' ἱμάτια περιέβαλε, τὰς (ταῖς Br.) δὲ ἕν· ὑπολαμβάνων ἅμα τοῖς ἐπιτηδεύμασι καὶ τὰς ψυχὰς αὐτῶν ἐκθηλύνειν (ἐκθηλύνεσθαι ed. Rom.) . Ὃ καὶ Λυδοῖς ὕστερον συμπεσεῖν φασίν.»