Ancient Greek
Dfhg-Source dfhg2_NYMPHODORUS_SYRACUSANUS
NYMPHODORUS SYRACUSANUS, Fragmenta 3
Not analysed yet
Ἐν Σικελίᾳ Ἀδρανός ἐστι πόλις, ὡς λέγει Νυμφόδωρος, καὶ ἐν τῇ πόλει ταύηῃ Ἀδρανοῦ νεὼς ἐπιχωρίου δαίμονος· πάνυ δὲ καὶ ἐναργῆ φησιν εἶναι τοῦτον. Καὶ τὰ ἄλλα μὲν ὅσα ὑπὲρ αὐτοῦ λέγει, καὶ ὅπως ἐμφανής ἐστι, καὶ ἐς τὸ τῶν δεομένων προχείρως εὐμενής τε ἅμα καὶ ἵλεως, εἰσόμεθα· νῦν δὲ ἐκεῖνα εἰρήσεται. Κύνες εἰσὶν ἱεροὶ, καὶ οἵδε θεραπευτῆρες αὐτοῦ καὶ λατρεύοντές οἱ, ὑπεραίροντες τὸ κάλλος τοὺς Μολοττοὺς κύνας καὶ σὺν τούτῳ καὶ τὸ μέγεθος, χιλίων οὐ μείους τὸν ἀριθμόν. Οὐκοῦν οὗτοι μεθ ̓ ἡμέραν μὲν αἰκάλλουσί τε καὶ σαίνουσι τοὺς ἐς τὸν νεὼν καὶ τὸ ἄλσος παριόντας, εἴτε εἶεν ξένοι, εἴτε ἐπιχώριοι· νύκτωρ δὲ τοὺς μεθύοντας ἤδη καὶ σφαλλομένους κατὰ τὴν ὁδὸν οἵδε πομπῶν δίκην καὶ ἡγεμόνων τε μάλα εὐγενῶς ἄγουσι, προηγούμενοι ἐς οἰκεῖα ἕκαστον. Καὶ τῶν μὲν παροινούντων τιμωρίαν ἀρκοῦσαν εἰσπράττονται· ἐμπηδῶσι γὰρ καὶ τὴν ἐσθῆτα αὐτοῖς καταρρηγνύουσι, καὶ σωφρονίζουσιν ἐς τοσοῦτον αὐτούς· τούς γε μὴν πειρωμένους λωποδυτεῖν διασκῶσι πικρότατα.