Ancient Greek
4 to 5a
NYMPHODORUS SYRACUSANUS, Fragmenta 4-5a
Not analysed yet
Νυμφόδωρος δ ̓ ὁ Συρακόσιος ἐν τοῖς Περίπλοις, ἐν τῷ Ἑλώρῳ ποταμῷ λάβρακας εἶναί φησι καὶ ἐγχέλεις μεγάλας οὕτω τιθασοὺς, ὡς ἐκ τῶν χειρῶν δέχεσθαι τῶν προσφερόντων ἄρτους. Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγησάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φυλάκιον (Φύλαιον codd. Vindobb. Φυλάῖκον cod. Harl. 5674 in Cram. An. Paris. III, p. 480) φησὶ γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδῶν εἶναί φησι καὶ ἔχειν ἐν Μυλαῖς ἡρῷον. Νυμφόδωρος δὲ καὶ Θεόφραστός φασι τοῦ Κράθιδος τὸ ὕδωρ ξανθίζειν. Supple τὰς τρίχας.