Ancient Greek
Dfhg-Source dfhg2_NYMPHODORUS_SYRACUSANUS
NYMPHODORUS SYRACUSANUS, Fragmenta 6
Not analysed yet
Νυμφόδωρος λέγει τὴν Σαρδὼ εἶναι θρεμμάτων μητέρα ἀγαθήν. Θαυμάσαι δὲ ἄξιον τίκτει ζῷον τὰς αἶγας αὕτη· τὰς γάρ τοι δορὰς τοῖς ἐπιχωρίοις (τοὺς ἐπιχωρίους Ebert.) ἠσθῆσθαι, καὶ εἶναι ταῦτα σκέπην· καὶ διὰ χειμῶνος μὲν ἀλεαίνειν, ψύχειν δὲ ἐν τῷ θέρει, φύσει τινὶ ἀπορρήτῳ. Συμπεφυκέναι δὲ ἄρα ταῖς δοραῖς καὶ πήχεως τὴν τρίχα· τοῦ φορήματος δὲ ἄρα τούτου ἔοικε χρῆναι διὰ μὲν τοῦ κρυμοῦ τὰς τρίχας ἐς τὸν χρῶτα ἀποστρέφειν, διὰ τοῦ θέρους δὲ ἔξω, εἰ μέλλοι ὁ ἠσθημένος διὰ μὲν τοῦ κρυμοῦ θάλπεσθαι, διὰ δὲ τοῦ θέρους μὴ ἀποκνίγεσθαι.