Ancient Greek · ~2 min
Chapter 20
Onasander, Στρατηγικός 20.1
Not analysed yet
Εἰ δὲ αὐτὸς μὲν ἐνδεὴς εἴη τῆς τῶν ψιλῶν συμμαχίας, οἱ δὲ πολέμιοι ταύτῃ πλεονεκτοῖεν, οἱ μὲν πρωτοστάται πυκνοὶ πορευέσθων ἔχοντες ἀνδρομήκεις θυρεούς, ὥστε σκέπειν ὅλα τὰ σώματα τοῖς μήκεσιν, οἱ δὲ μετὰ τούτους καὶ οἱ κατόπιν τούτων ἄχρι τῶν τελευταίων ὑπὲρ κεφαλῆς ἀράμενοι τοὺς θυρεοὺς τέως ἐχόντων, ἄχρι ἂν ἐντὸς γένωνται βέλους· οὕτως γάρ, ὡς εἰπεῖν, κεραμωθέντες οὐθὲν πείσονται δεινὸν ὑπὸ τῶν ἑκηβόλων.